11. Ἀηδών.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίᾳ.)

Πανδάρεως ᾤκει τῆς γῆς τῆς Ἐφεσίας, ἵν᾿ ἐστὶ νῦν ὁ πρηὼν παρὰ τὴν πόλιν· ᾧ διδοῖ Δημήτηρ δῶρον μηδέποτε βαρυνθῆναι τὴν γαστέρα ὑπὸ σιτίων, ὁπόσον ἄν πλῆθος εἰσενέγκηται. ἐγένετο δὲ τῷ Πανδάρεῳ θυγάτηρ Ἀηδών· ταύτην Πολύτεχνος ὁ τέκτων ἔγημεν, ὅς ᾤκει ἐν Κολοφῶνι τῆς Λυδίας, καὶ πλεῖστον χρόνον ἐτέρποντο συνοικοῦντες ἀλλήλοις. ἐγένετο δ᾿ αὐτοῖς παῖς μονογενὴς Ἴτυς. ἄχρι μὲν οὖν θεοὺς ἐτίμων εὐδαίμονες ἦσαν· ἐπεὶ δὲ λόγον ἀχρεῖον ἀπέρριψαν, ὅτι πλέον ἀλλήλους Ἥρας καὶ Διὸς φιλοῦσιν, καὶ Ἥρα μεμψαμένη τὸν λόγον Ἔριν αὐτοῖς ἔπεμψεν, ἡ δὲ νεῖκος ἐνέβαλεν εἰς τὰ ἔργα. καὶ Πολυτέχνῳ μὲν ὀλίγον ἦν ἔτι δίφρον ἁρμάτιον ἐκποιῆσαι, Ἀηδόνι δὲ τὸν ἱστὸν ἐξυφῆναι, καὶ συντίθενται εἰς ἀλλήλους ὅπως, ᾧ ἄν τάχιον ἀνυσθῇ τὸ ἔργον, τούτῳ θεράπαινα παρὰ τοῦ ἑτέρου γένηται. καὶ ἐπειδὴ θᾶσσον ἡ Ἀηδὼν τὸν ἱστὸν ἐξύφαινε (Ἥρα γὰρ αὐτῇ συνελάμβανεν), ὁ Πολύτεχνος ἀχθόμενος τῇ νίκῃ τῆς Ἀηδόνος ἀφίκετο πρὸς τὸν Πανδάρεων καὶ ὑπὸ τῆς Ἀηδόνος προσεποιήσατο πεμφθῆναι, ὅπως αὐτῇ Χελιδόνα τὴν ἀδελφὴν ἀπαγάγῃ, καὶ ὁ Πανδάρεως οὐδὲν ὑπονοήσας πονηρὸν δίδωσιν ἀπάγειν. ὁ δὲ Πολύτεχνος παραλαβὼν τὴν κόρην ᾔσχυνεν ἐν τῇ λόχμῃ καὶ ἄλλοις ἠμφίεσεν αὐτὴν ἐσθήμασι κἀκ τῆς κεφαλῆς ἀπέκειρε τὴν κόμην καὶ ἠπείλησε θάνατον, εἰ ἐξερεῖ ποτε ταῦτα πρὸς τὴν Ἀηδόνα. καὶ ὁ μὲν ἐλθών εἰς τὰ οἰκία παραδίδωσι τῇ Ἀηδόνι κατὰ τὰ συγκείμενα ὡς θεράπαιναν τὴν ἀδελφήν, ἡ δὲ αὐτὴν διέφθειρε πρὸς τὰ ἔργα, μέχρις ἡ Χελιδονὶς ἔχουσα κάλπιν πλεῖστα παρὰ τὴν κρηνίδα κατωδύρετο, καὶ αὐτῆς ἐπηκροάσατο τὸν λόγον ἡ Ἀηδών. ἐπεὶ δὲ ἀλλήλας ἔγνωσαν καὶ ἠσπάσαντο, ἐπεβούλευον τῷ Πολυτέχνῳ συμφοράν. καὶ τὸν παῖδα κατακόψασαι, τὰ κρέα ἐν λέβητι συνθεῖσαι ταῦτα μὲν ἧψον, Ἀηδὼν δὲ φράσασα πρὸς ἑαυτῆς γείτονα, εἰπεῖν Πολυτέχνῳ δαίσασθαι τῶν κρεῶν, ἀφίκετο σὺν τῇ ἀδελφῇ πρὸς τὸν πατέρα Πανδάρεων καὶ ἐδήλωσεν οἵᾳ ἐχρήσατο συμφορᾷ· Πολύτεχνος δὲ μαθὼν ὅτι τοῦ παιδὸς ἐδαίσατο τὰ κρέα, μετεδίωξεν αὐτὰς ἄχρις πρὸς τὸν πατέρα, καὶ αὐτὸν οἱ θεράποντες οἱ τοῦ Πανδάρεω συνέλαβον καὶ ἔδησαν ἀφύκτῳ δεσμῷ, ὅτι ἐνελωβᾶτο εἰς τὸν οἶκον τοῦ Πανδάρεω, καὶ τὸ σῶμα ἐναλείψαντες μέλιτι κατέβαλον εἰς τὰ ποίμνια. καὶ Πολύτεχνον μὲν αἱ μυῖαι προσίζουσαι ἐλυμαίνοντο, Ἀηδών δὲ οἰκτείρασα πρὸς τὴν παλαιὰν φιλίαν ἀπεῖργεν ἐκ τοῦ Πολυτέχνου τὰς μυίας. ἐπεὶ δὲ αὐτὴν κατεφράσθησαν οἱ γονεῖς τε καὶ ὁ ἀδελφός, μισήσαντες ἐνεχείρησαν ἀποκτεῖναι. Ζεὺς δὲ πρὸ τοῦ μεῖζον κακὸν ἐμπεσεῖν τῷ οἴκῳ τὸν Πανδάρεων οἰκτείρας ἐποίησε πάντας ὄρνιθας· καὶ οἱ μὲν αὐτῶν ἐξέπτησαν ἄχρι πρὸς τὴν θάλασσαν, οἱ δὲ εἰς τὸν ἀέρα. Πανδάρεως μὲν οὖν ἐγένετο ἁλιαίετος, ἡ δὲ μήτηρ τῆς Ἀηδόνος ἀλκυών, καὶ εὐθὺς ἐβούλοντο καταβαλεῖν ἑαυτοὺς εἰς τὴν θάλασσαν, ἀλλὰ Ζεὺς ἐκώλυσεν. οὗτοι τοῖς πλέουσιν οἱ ὄρνιθες αἴσιοι φαίνονται. Πολύτεχνος δὲ μεταβαλὼν ἐγένετο πελεκᾶν, ὅτι Ἥφαιστος αὐτῷ πέλεκυν ἔδωκεν τεκταίνοντι· καί ἐστιν ἀγαθὸς οὗτος ὁ ὄρνις φανεὶς τέκτονι. ὁ δὲ τῆς Ἀηδόνος ἀδελφὸς ἐγένετο ἔποψ, αἴσιος καὶ πλέουσι καὶ ἐπὶ γῆς φανείς, σὺν ἁλιαιέτῳ δὲ ἤ ἀλκυόνι μᾶλλον. Ἀηδὼν δὲ καὶ Χελιδονίς, ἡ μὲν παρὰ ποταμοὺς καὶ λόχμας τὸν παῖδα τὸν Ἴτυν θρηνεῖ, Χελιδονὶς δ᾿ ἐγένετο σύνοικος ἀνθρώποις Ἀρτέμιδος βουλῇ, διότι κατ᾿ ἀνάγκας ἐκλιποῦσα τὴν παρθενίαν πλεῖστα τὴν Ἄρτεμιν ἐπεβοήσατο.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου