12. Κύκνος.

(Ἱστορεί Νίκανδρος Ἑτεροιουμένων γ΄ και Ἀρεὺς ὁ Λάκων ἐν ᾄσματι Κύκνῳ.)

Ἀπόλλωνος καὶ Θυρίης τῆς Ἀμφινόμου παῖς ἐγένετο Κύκνος. οὗτος ἦν εὐσχήμων τὴν ὄψιν, τὸ δὲ ἦθος ἄχαρις καὶ ἄγροικος, πρὸς κυνηγέσια ἐκτόπως φιλότιμος. ᾤκει δ᾿ ἐπὶ τῶν ἀγρῶν τὸ μέσον Πλευρῶνος καὶ Καλυδῶνος· ἐγένοντο δ᾿ αὐτοῦ καὶ ἐρασταὶ πλεῖστοι διὰ τὸ κάλλος. ὁ δὲ Κύκνος καθ᾿ ὑπεροψίαν προσίετο αὐτῶν οὐδένα· τάχιστα δὲ διαμισηθεὶς ἀπὸ μὲν τῶν ἄλλων ἐραστῶν καταλείπεται, Φύλιος δὲ μόνος αὐτῷ συνέμενεν. ὁ δὲ καὶ τοῦτον οὐ μετρίως ἐξύβρισεν. ἐφάνη γὰρ ἐν ἐκείνῳ τῷ χρόνῳ μέγα τι χρῆμα λέοντος ἐν Αἰτωλοῖς, ὅς αὐτούς τε καὶ τὰ θρέμματα διελυμαίνετο. τοῦτον οὖν τῷ Φυλίῳ προσέταξεν ὁ Κύκνος ἄνευ σιδήρου κτεῖναι, κἀκεῖνος ὑπέσχετο καὶ ἀνεῖλε μηχανῇ τοιαύτῃ. εἰδὼς ἥντινα ὥραν ἔμελλεν ὁ λέων ἐπιφοιτήσειν ἐνέπλησε τὴν γαστέρα πολλῶν σιτίων καὶ οἴνου, κἀπεὶ προσεπέλασεν ὁ θήρ, ἐξήμεσεν ὁ Φύλιος τὰ σιτία. καὶ ὁ λέων ὑπὸ λιμοῦ τροφῇ ταύτῃ χρησάμενος ἐκαρώθη ὑπὸ τοῦ οἴνου, ὁ δὲ Φύλιος περιβαλὼν τὸν βραχίονα τῇ ἐσθῆτι ᾗ ἐφόρει, ἔφραξε τὸ στόμα τοῦ λέοντος, ἀνελὼν δὲ αὐτὸν καὶ ἀναθέμενος ἐπὶ τὸν ὦμον ἀπήνεγκε πρὸς τὸν Κύκνον, καὶ διεβοήθη παρὰ πολλοῖς ἐπὶ τῷ κατορθώματι τούτῳ. ὁ δὲ Κύκνος ἕτερον ἆθλον ἐπέταττεν ἀτοπώτερον. ἐγένοντο γὰρ ἐν τῇ γῇ ταύτῃ γῦπες, ὑπερφυές τι καὶ μέγα χρῆμα, καὶ πολλοὺς ἀπεκτίννυον ἀνθρώπους· τούτους ἐκέλευε συλλαβεῖν ζῶντας καὶ ἀπενεγκεῖν ἔξω πάσης μηχανῆς. ἀποροῦντι δὲ τῷ Φυλίῳ πρὸς τὸ ἐπίταγμα κατὰ θεὸν ἀετὸς ἡρπακὼς λαγωὸν ἡμιθνῆτα κατάβαλε πρὶν ἀπενεγκεῖν εἰς τὰ οικεῖα. ὁ δὲ Φύλιος ἀναρρήξας τὸν λαγωὸν καὶ τοῦ αἵματος ἑαυτὸν ἀναπλήσας ἐπὶ τῆς γῆς ἔκειτο. οἱ μὲν οὖν ὄρνιθες ὡς ἐπὶ νεκρὸν ὥρμησαν, ὁ δὲ Φύλιος πιέσας τῶν σφυρῶν δύο καὶ κατασχὼν ἀπήνεγκε πρὸς τὸν Κύκνον. ὁ δὲ αὐτῷ τρίτον ἔτι χαλεπώτερον ἆθλον ἐπέταττεν· ἐκέλευε γὰρ ἀπαγαγεῖν ταῦρον ἐκ τῆς ἀγέλης ταῖς χερσὶ λαβόντα μέχρι πρὸς τὸν βωμὸν τὸν τοῦ Διός. ὁ δὲ Φύλιος ἀμηχανῶν ὅ τι χρήσεται πρὸς τὸ ἐπίταγμα ηὔξατο συλλαβέσθαι αὐτῷ τὸν Ἡρακλέα. καὶ πρὸς τὴν εὐχὴν ταύτην ἐφάνησαν δύο ταῦροι περὶ μίαν οἰστρήσαντες βοῦν καὶ τοῖς κέρασι τύπτοντες ἀλλήλους κατέβαλον εἰς τὴν γῆν, ὁ δὲ Φύλιος, ἐπειδή παρείθησαν, τὸν ἕτερον ἀναψάμενος ἐκ τοῦ σκέλους ἀπήγαγεν ἄχρι πρὸς τὸν βωμόν, βουλήσει δὲ τοῦ Ἡρακλέους ἠμέλησε τῶν ἐπιταγμάτων τοῦ παιδός. τῷ δὲ Κύκνῳ παρέστη δεινὸν ἀτιμωθέντι παρὰ τὴν δόξαν, ἀθυμήσας δὲ κατέβαλεν ἑαυτὸν εἰς τὴν Κωνώπην λεγομένην λίμνην καὶ ἠφανίσθη· πρὸς δὲ τὸν θάνατον αὐτοῦ καὶ Θυρίη ἡ μήτηρ κατέβαλεν ἑαυτὴν εἰς τὴν αὐτὴν ἐκείνῳ λίμνην, καὶ ἐγένοντο βουλῇ Ἀπόλλωνος ὄρνιθες ἀμφότεροι ἐν λίμνῃ. ἀφανισθέντων δὲ καὶ ἡ λίμνη μετωνομάσθη καὶ ἐγένετο κυκνείη, καὶ πολλοὶ ἐν τῇ ὥρᾳ τοῦ ἀροτοῦ ἐνταῦθα φαίνονται κύκνοι. πλησίον δὲ κεῖται καὶ τὸ τοῦ Φυλίου σῆμα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου