41. Ἀλώπηξ.

Κέφαλος ὁ Δηιόνος ἔγημεν ἐν Θορικῷ τῆς Ἀττικῆς Πρόκριν τὴν θυγατέρα τὴν Ἐρεχθέως. ἦν δὲ ὁ Κέφαλος νέος καὶ καλὸς καὶ ἀνδρεῖος· ἐρασθεῖσα δὲ διὰ τὸ κάλλος ἥρπασεν αὐτὸν Ἠὼς καὶ ἐποιήσατο σύνοικον. τότε δ᾿ οὖν ὁ Κέφαλος ἐπειρᾶτο τῆς Πρόκριδος, εἰ συμμένειν ἀδιάφθορος αὐτῷ ἐθελήσαι. καὶ αὐτὸς μὲν καθ᾿ ἥντινα πρόφασιν ἐσκήψατο εἰς θήρας ἰέναι, Πρόκριδι δὲ εἰσαπέστελλεν ἄνδρα οἰκέτην ἀγνῶτα φέροντα χρυσὸν πολύν, καὶ αὐτὸν ἐδίδασκε λέγειν πρὸς τὴν Πρόκριν ὅτι ἀνὴρ ξένος ἐρασθεὶς διδοῖ τοῦτο τὸ χρυσίον, εἰ αὐτῷ συγγένοιτο. ἡ δὲ Πρόκρις τὸ μὲν πρῶτον ἀπολέγεται τὸν χρυσόν, ἐπεὶ δὲ διπλάσιον εἰσέπεμψεν, ὁμολογεῖ καὶ προσδέχεται τὸν λόγον. ὁ δὲ Κέφαλος ὅτε αὐτὴν ἔγνω παρελθοῦσαν εἰς τὸν οἶκον καὶ κατακλινεῖσαν ὡς παρὰ τὸν ξένον, δᾷδα καιομένην παρήνεγκε καὶ κατεφώρασεν αὐτήν. Πρόκρις δὲ καταλιποῦσα τὸν Κέφαλον ὑπ᾿ αἰσχύνης ᾤχετο φεύγουσα παρὰ Μίνωα τὸν βασιλέα τῶν Κρητῶν. καταλαβοῦσα δ᾿ αὐτὸν ἐχόμενον ὑπ᾿ ἀτεκνίας ὑπισχνεῖτο καὶ ἐδίδασκε τὸν τρόπον αὐτῶ, εἰ γένοιντο παῖδες. ὁ γὰρ Μίνως οὔρεσκεν ὄφεις καὶ σκορπίους καὶ σκολοπένδρας, καὶ ἀπέθνῃσκον αἱ γυναῖκες ὅσαις ἐμίγνυτο. Πασιφάη δ᾿ ἦν Ἡλίου θυγάτηρ ἀθάνατος. ἡ γ᾿ οὖν Πρόκρις ἐπὶ τῇ γονῇ Μίνωος μηχανᾶται τοιόνδε· κύστιν αἰγὸς ἐνέβαλεν εἰς γυναικὸς φύσιν, καὶ ὁ Μίνως τοὺς ὄφεις πρότερον ἐξέκρινεν εἰς τὴν κύστιν, ἔπειτα δὲ παρὰ τὴν Πασιφάην εἰσιὼν ἐμίγνυτο. καὶ ἐπεὶ αὐτοῖς ἐγένοντο παῖδες, ὁ Μίνως διδοῖ τῇ Πρόκριδι τὸν ἄκοντα καὶ τὸν κύνα· τούτους δὲ οὐδὲν ἐξέφυγε θηρίον, ἀλλὰ πάντα ἐχειροῦντο. καὶ ἡ Πρόκρις δεξαμένη ἀφίκετο εἰς Θορικὸν τῆς Ἀττικῆς, ὅπου ᾤκει ὁ Κέφαλος, καὶ σὺν αὐτῷ ἐκυνηγέτει ἐξαλλάξασα τὴν ἐσθῆτα καὶ τὴν κουρὰν τῆς κεφαλῆς εἰς ἄνδρα, καὶ οὐδεὶς αὐτὴν ἰδὼν ἐγνώρισεν. Κέφαλος δὲ ἰδὼν ὅτι αὐτῷ μὲν οὐδὲν ἐπετύγχανε τῶν πρὸς τὴν θήραν, ἅπαντα δὲ συνέφερε πρὸς τὴν Πρόκριν, ἐπεθύμησεν αὐτὸς τὸν ἄκοντα τοῦτον λαβεῖν. καὶ προσυπέσχετο δώσειν, εἰ αὐτῇ τῆς ὥρας ἐθελήσαι τῆς ἑαυτοῦ χαρίσασθαι. ὁ δὲ Κέφαλος παρέχεται τὸν λόγον, καὶ ὅτε κατεκλίνησαν, ἐξέφηνεν ἑαυτὴν ἡ Πρόκρις καὶ ὠνείδισε τὸν Κέφαλον, ᾗ αὐτὸς πολὺ αἴσχιον ἐξαμάρτοι. καὶ τὸν μὲν κύνα καὶ τὸν ἄκοντα λαμβάνει Κέφαλος· Ἀμφιτρύων δὲ χρῄζων τοῦ κυνὸς ἐξίκετο παρὰ τὸν Κέφαλον, εἴ γε ἐθελήσειεν ἅμα αὐτῷ ἐπὶ τὴν ἀλώπεκα βῆναι σὺν τῷ κυνί, καὶ ὑπέσχετο τῆς λείας Ἀμφιτρύων ἀποίσειν τῷ Κεφάλῳ τὴν μοῖραν ἥν ἄν ἐκ τῶν Τηλεβοῶν λάβῃ. ἐφάνη γὰρ ἐν χρόνῳ τούτῳ Καδμείοις ἀλώπηξ, χρῆμά τι ἐξηλλαγμένον· αὕτη συνεχῶς ἐκ τοῦ Τευμησσοῦ κατιοῦσα πολλάκις τοὺς Καδμείους ἡρπάζετο· καὶ αὐτῇ προὐτίθεσαν παιδίον διὰ τριακοστῆς ἡμέρας, ἡ δὲ κατήσθιε λαμβάνουσα. καὶ ἐπειδὴ Ἀμφιτρύωνος ἰόντος ἐδεήθη Καδμείων ἐπὶ Τηλεβόας αὐτῷ συστρατεῦσαι καὶ οἵδ᾿ ἔφασαν εἰ μὴ αὐτοῖς τὴν ἀλώπεκα συνεξέλοι, συντίθεται Ἀμφιτρύων ἐπὶ τούτοις πρὸς τοὺς Καδμείους. καὶ ἐλθὼν πρὸς τὸν Κέφαλον ἔλεγε τὴν συνθήκην καὶ ἔπειθε βῆναι εἰς ἆσσον τῷ κυνί, ὁ δὲ Κέφαλος ἀποδέχεται καὶ ἐλθὼν κηνηγετεῖ τὴν ἀλώπεκα. ἦν δὲ θεμιτὸν οὔτε τὴν ἀλώπεκα καταληφθῆναι ὑπό τινος διώκοντος οὔτε τὸν κύνα ἐκφυγεῖν διωκόμενον οὐδέν. ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ πεδίῳ τῶν Θηβαίων, Ζεὺς ἐποίησεν ἀμφοτέρους λίθους.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου