27. Ἰφιγένεια.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων δ΄.)

Θησέως καὶ Ἑλένης τῆς Διὸς ἐγένετο θυγάτηρ Ἰφιγένεια, καὶ αὐτὴν ἐξέτρεφεν ἡ τῆς Ἑλένης ἀδελφὴ Κλυταιμήστρα, πρὸς δὲ τὸν Ἀγαμέμνονα εἶπεν αὐτὴ τεκεῖν· Ἑλένη γὰρ πυνθανομένη τῶν ἀδελφῶν ἔφη κόρη παρὰ Θησέως ἀπελθεῖν. ἐπεὶ δὲ ἡ στρατεία ἡ τῶν Ἀχαιῶν ὑπὸ ἀπλοίας ἐν Αὐλίδι κατείχετο, προεσήμαινον οἱ μάντεις ὅτι ἔσοιτο πλοῦς, ἐὰν Ἀρτέμιδι θύσωσι τὴν Ἰφιγένειαν. Ἀγαμέμνων δὲ διδοῖ σφάγιον αὐτὴν αἰτούντων τῶν Ἀχαιῶν, πρὸς δὲ τὸν βωμὸν ἀγομένην οἱ μὲν ἀριστεῖς οὐ προσέβλεψαν, ἀλλὰ πάντες ἔτρεψαν ἄλλῃ τὰς ὄψεις.  Ἄρτεμις δὲ ἀντὶ τῆς Ἰφιγενείας παρὰ τὸν βωμὸν ἔφηνε μόσχον, αὐτὴν δὲ προσωτάτω τῆς Ἑλλάδος ἀπήνεγκεν εἰς τὸν Εὔξεινον λεγόμενον πόντον παρὰ Θόαντα τὸν Βορυσθένους παῖδα. καὶ τὸ μὲν ἔθνος ἐκεῖνο τῶν νομάδων ἐκάλεσε Ταύρους, ἐπεὶ ἀντὶ τῆς Ἰφιγενείας παρὰ τὸν βωμὸν ἔφηνε ταῦρον, αὑτὴν δὲ ταυροπόλον· κατὰ δὲ χρόνον ἱκνούμενον ἀπῴκισε τὴν Ἰφιγένειαν εἰς τὴν Λευκὴν λεγόμενην παρὰ τὸν Ἀχιλλέα καὶ ἀλλάξασα ἐποίησεν αὐτὴν ἀγήρων καὶ ἀθάνατον δαίμονα καὶ ὠνόμασεν ἀντὶ τῆς Ἰφιγενείας Ὀρσιλοχίαν. ἐγένετο δὲ Ἀχιλλεῖ σύνοικος.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου