19. Φῶρες.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας β΄.)

Ἐν Κρήτῃ λέγεται εἶναι ἱερὸν ἄντρον μελισσῶν, ἐν ᾧ μυθολογοῦσι τεκεῖν Ῥέαν τὸν Δία, καί ἐστιν ὅσιον οὐδένα παρελθεῖν οὔτε θεὸν οὔτε θνητόν. ἐν δὲ χρόνῳ ἀφωρισμένῳ ὁρᾶται καθ᾿ ἕκαστον ἔτος πλεῖστον ἐκλάμπον ἐκ τοῦ σπηλαίου πῦρ. τοῦτο δὲ γίνεσθαι μυθολογοῦσιν, ὅτ᾿ ἄν ἐκζέῃ τὸ τοῦ Διὸς ἐκ τῆς γενέσεως αἷμα. κατέχουσι δὲ τὸ ἄντρον ἱεραὶ μέλιτται, τροφοὶ τοῦ Διός. εἰς τοῦτο παρελθεῖν ἐθάρρησαν Λάϊος καὶ Κελεὸς καὶ Κέρβερος καὶ Αἰγωλιός, ὅπως πλεῖστον ἀρύσωνται μέλι· καὶ περιθέμενοι περὶ τὸ σῶμα πάντῃ χαλκὸν ἀρύσαντο τοῦ μέλιτος τῶν μελισσῶν, καὶ τὰ τοῦ Διὸς ἴδον σπάργανα καὶ αὐτῶν ὁ χαλκὸς ἐρράγη περὶ τὸ σῶμα. Ζεὺς δὲ βροντήσας ἀνέτεινε τὸν κεραυνόν, Μοῖραι δὲ καὶ Θέμις ἐκώλυσαν· οὐ γὰρ ἦν ὅσιον αὐτόθι θανεῖν οὐδένα. καὶ ὁ Ζεὺς πάντας αὐτοὺς ἐποίησεν ὄρνιθας, καί ἐστιν ἐξ αὐτῶν τὸ γένος τῶν οἰωνῶν, λάϊοι καὶ κολοιοὶ καὶ κέρβεροι καὶ αἰγωλιοί· καὶ εἰσὶν ἀγαθοὶ φανέντες καὶ ἐπιτελεῖς παρὰ τοὺς ἄλλους ὄρνιθας, ὅτι τοῦ Διὸς ἴδον τὸ αἷμα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου