α΄. Κτήσυλλα εἰς πελειάδα μετὰ θάνατον.
β΄. αἱ Μελεάγρου ἀδελφαὶ εἰς μελεαγρίδας.
γ΄. Ἱέραξ εἰς ἱέρακα.
δ΄. Κραγαλεὺς εἰς πέτρον.
ε΄. Αἰγυπιὸς καὶ Νεόφρων εἰς αἰγυπιούς, Βουλὶς εἰς πώυγγα, Τιμάνδρη εἰς αἰγιθαλλόν.
ς΄. Περίφας εἰς αἰετόν, ἡ γυνὴ αὐτοῦ εἰς φήνην.
ζ΄. Ἄνθος, Ἐρωδιός, Σχοινεύς, Ἄκανθος, Ἀκανθυλλὶς εἰς ὄρνεα ὁμώνυμα, Αὐτόνοος εἰς ὄκνον, Ἱπποδάμεια εἰς κορυδόν, ὁ ἀκόλουθος Ἄνθου εἰς ἐρωδιὸν ἕτερον.
η΄. Λαμία ἤ Σύβαρις εἰς πηγὴν ὁμώνυμον Σύβαριν.
θ΄. αἱ Πιέρου θυγατέρες εἰς ὄρνιθας ὁμωνύμους ἠμαθίδας· ἔστι δ᾿ αὐτῶν ὀνόματα τάδε· κολυμβίς, ἴυγξ, κεγχρίς, κίσσα, χλωρίς, ἀκαλανθίς, νῆσσα, πιπώ, δρακοντίς.
ι΄. Λευκίππη, Ἀρσίππη, Ἀλκαθόη, Μινύου θυγατέρες, εἰς νυκτερίδα, γλαῦκα, βύζαν.
ια΄. Πανδάρεος εἰς ἁλιαίετον, Ἀηδὼν καὶ Χελιδωνὶς εἰς τὰ ὁμώνυμα ὄρνεα, ἡ μήτηρ τῆς Ἀηδόνος εἰς ἀλκυόνα, ἀδελφὸς Ἀηδόνος εἰς ἔποπα, Πολύτεχνος ὁ ἀνὴρ αὐτῆς εἰς πελεκᾶνα.
ιβ΄. Κύκνος Ἀπόλλωνος καὶ Θυρίη ἡ μήτηρ αὐτοῦ εἰς κύκνους.
ιγ΄. Ἀσπαλὶς εἰς ξόανον μετὰ θάνατον.
ιδ΄. Μούνιχος εἰς τριόρχην καὶ Ληλάντη ἡ γυνὴ αὐτοῦ εἰς πιπώ, τῶν παίδων αὐτοῦ Ἄλκανδρος εἰς ὀρχίλον, Μεγαλήτωρ εἰς ἰχνεύμονα, Φίλαιος εἰς κύνα, Ὑπερίππη εἰς αἴθυιαν.
ιε΄. Μεροπὶς εἰς γλαῦκα, Βύσσα εἰς ὁμώνυμον ὀρνιθάριον, Ἄγρων εἰς χαραδριόν, Εὔμηλος εἰς νυκτικόρακα.
ις΄. Οἰνόη εἰς γέρανον.
ιζ΄. Λεύκιππος ἐκ θηλείας εἰς ἄρρενα.
ιη΄. Ἠέροπος εἰς ὄρνιθα ὁμώνυμον.
ιθ΄. Λάϊος, Κελεός, Κέρβερος, Αἰγωλιὸς εἰς ὁμωνύμους οἰωνούς.
κ΄. Κλεῖνις εἰς ὑψιαίετον, Λύκιος εἰς κόρακα, Ἀρτεμίχη εἰς πίφιγγα, Ὀρτύγιος εἰς αἰγιθαλλόν, Ἅρπη καὶ Ἅρπασος εἰς ὁμωνύμους ὄρνιθας.
κα΄. Πολυφόντη εἰς στύγα, Ὄρειος εἰς λαγῶν, Ἄγριος εἰς γῦπα, ἡ θεράπαινα αὐτῶν εἰς ἴπνην.
κβ΄. Τέραμβος [Κέραμβος] εἰς κεράμβυκα.
κγ΄. Βάττος εἰς πέτρον.
κδ΄. Ἀσκαλαβὸς εἰς ζῷον ὁμώνυμον.
κε΄. Μητιόχη καὶ Μενίππη εἰς ἀστέρας κομήτας.
κς΄. Ὕλας εἰς ἠχώ.
κζ΄. Ἰφιγένεια εἰς δαίμονα καλούμενον Ὀρσιλόχην.
κη΄. Τυφὼν εἰς διάπυρον μύδρον, Ἀπόλλων εἰς ἱέρακα, Ἑρμῆς εἰς ἴβιν, Ἄρης εἰς λεπιδωτὸν ἰχθύν, Ἄρτεμις εἰς αἴλουρον, Διόνυσος εἰς τράγον, Ἡρακλῆς εἰς ἕλλον, Ἥφαιστος εἰς βοῦν, Λητὼ εἰς μυγαλῆν.
κθ΄. Γαλινθιὰς εἰς γαλῆν.
λ΄. Βιβλὶς εἰς Ἁμαδρυάδα νύμφην ὁμώνυμον.
λα΄. Μεσσάπιοι παῖδες εἰς δένδρα.
λβ΄. Δρυόπη εἰς αἴγειρον.
λγ΄. Ἀλκμήνη εἰς λίθον μετὰ θάνατον.
λδ΄. Σμύρνα εἰς δένδρον ὁμώνυμον.
λε΄. Βουκόλοι εἰς βατράχους.
λς΄. Πανδάρεος εἰς πέτρον.
λζ΄. Δωριεῖς οἱ μετὰ Διομήδους εἰς ὄρνιθας μετὰ θάνατον.
λη΄. Λύκος εἰς πέτρον.
λθ΄. Ἀρσινόη εἰς λίθον.
μ΄. Βριτόμαρτις εἰς ξόανον Ἄφαιαν.
μα΄. Ἀλώπηξ καὶ κύων εἰς λίθους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου