17. Λεύκιππος.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β΄.)

Γαλάτεια ἡ Εὐρυτίου τοῦ Σπάρτωνος ἐγήματο ἐν Φαίστῳ τῆς Κρήτης Λάμπρῳ τῷ Πανδίονος, ἀνδρὶ τὰ μὲν εἰς γένος εὖ ἔχοντι, βίου δὲ ἐνδεεῖ. οὗτος, ἐπειδὴ ἐγκύμων ἦν ἡ Γαλάτεια, ηὔξετο μὲν ἄρρενα γενέσθαι αὐτῷ παῖδα, προηγόρευσε δὲ τῇ γυναικί, ἐὰν γεννήσῃ κόρην, ἀφανίσαι. καὶ οὗτος μὲν ἀπιὼν ἐποίμαινε τὰ πρόβατα, τῇ δὲ Γαλατείᾳ θυγάτηρ ἐγένετο. καὶ κατοικτείρασα τὸ βρέφος καὶ τὴν ἐρημίαν τοῦ οἴκου λογισαμένη, συλλαμβανόντων δ᾿  ἔτι καὶ τῶν ὀνείρων καὶ τῶν μάντεων, οἵ προηγόρευον τὴν κόρην ὡς κόρον ἐκτρέφειν, ἐψεύσατο τὸν Λάμπρον, ἄρρεν λέγουσα τεκεῖν, καὶ ἐξέτρεφεν ὡς παῖδα κοῦρον, ὀνομάσασα Λεύκιππον. ἐπεὶ δὲ ηὔξετο ἡ κόρη καὶ ἐγένετο ἄφατόν τι κάλλος, δείσασα τὸν Λάμπρον ἡ Γαλάτεια, ὡς οὐκ ἐνῆν ἔτι λαθεῖν, κατέφυγεν εἰς τὸ τῆς Λητοῦς ἱερὸν καὶ πλεῖστα τὴν θεὸν ἱκέτευσεν, εἴ πως αὐτῇ κόρος ἡ παῖς ἀντὶ τῆς θυγατρὸς δύναιτο γενέσθαι, καθάπερ ὅτε Καινὶς μὲν Ἄτρακος οὖσα θυγάτηρ βουλῇ Ποσειδῶνος ἐγένετο Καινεὺς ὁ Λαπίθης, Τειρεσίας δὲ γυνὴ μὲν ἐξ ἀνδρός, ὅτι τοὺς ἐν τῇ τριόδῳ μιγνυμένους ὄφεις ἐντυχὼν ἀπέκτεινεν, ἐκ δὲ γυναικὸς αὖτις ἀνὴρ ἐγένετο * διὰ τὸ δράκοντα πολλάκις πάνακτα δὲ * καὶ Ὑπερμήστραν πιπρασκομένην ἐπὶ γυναικὶ μὲν ἄρασθαι τίμον, ἄνδρα δὲ γενομένην Αἴθωνι τροφὴν ἀποφέρειν τῷ πατρί, μεταβαλεῖν δὲ καὶ τὸν Κρῆτα Σιπροίτην, ὅτι κυνηγετῶν λουομένην ἴδε τὴν Ἄρτεμιν. ἡ δὲ Λητὼ συνεχῶς ὀδυρομένην καὶ ἱκετεύουσαν ᾤκτειρε τὴν Γαλάτειαν καὶ μετέβαλε τὴν φύσιν τῆς παιδὸς εἰς κόρον. ταύτης ἔτι μέμνηνται τῆς μεταβολῆς Φαίστιοι καὶ θύουσι Φυτίῃ Λητοῖ, ἥτις ἔφυσε μήδεα τῇ κόρῃ, καὶ τὴν ἑορτὴν Ἐκδύσια καλοῦσιν, ἐπεὶ τὸν πέπλον ἡ παῖς ἐξέδυ. νόμιμον δ᾿ ἐστὶν ἐν τοῖς γάμοις πρότερον παρακλίνασθαι παρὰ τὸ ἄγαλμα τοῦ Λευκίππου.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου