2. Μελεαγρίδες.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων γ΄.)
 
Οἰνεὺς ὁ Πορθέως τοῦ Ἄρεως ἐβασίλευσεν ἐν Καλυδῶνι. καὶ ἐγένοντο αὐτῷ ἐξ Ἀλθαίας τῆς Θεστίου Μελέαγρος, Φηρεύς, Ἀγέλεως, Τοξεύς, Κλύμενος, Περίφας, θυγατέρες δὲ Γόργη, Εὐρυμήδη, Δηιάνειρα, Μελανίππη. ἐπεὶ δ᾿ ἔθυεν ἀπαρχὰς ὑπὲρ τῆς χώρας, ἐκλανθάνεται τῆς Ἀρτέμιδος. αὕτη κατὰ μῆνιν ἐφορμᾷ σῦν ἄγριον, ὅς κατέφθειρε τὴν γῆν καὶ πολλοὺς ἀπέκτεινεν. ἔπειτα Μελέαγρος καὶ οἱ Θεστίου παῖδες συνήγειραν τοὺς ἀριστέας ἐκ τῆς Ἑλλάδος ἐπὶ τὸν σῦν, οἱ δὲ ἀφικόμενοι κτείνουσιν αὐτόν. ὁ δὲ Μελέαγρος διανείμας τὰ κρέα αὐτοῦ τοῖς ἀριστεῦσιν τὴν κεφαλὴν καὶ τὸ δέρος ἐξαιρεῖ γέρας ἑαυτῷ. Ἄρτεμις δὲ, ἐπεὶ τὸν ἱερὸν σῦν ἔκτειναν, ἔτι μᾶλλον ἐχολώθη καὶ νεῖκος ἐνέβαλεν αὐτοῖς. οἱ γὰρ παῖδες οἱ Θεστίου καὶ οἱ ἄλλοι Κουρῆτες ἅπτονται τοῦ δέρους, φάμενοι μετεῖναι τὰ ἡμίσεια τῶν γερῶν ἑαυτοῖς. Μελέαγρος ἀφαιρεῖται κατὰ βίαν καὶ κτείνει τοὺς Θεστίου παῖδας. ἐκ ταύτης τῆς προφάσεως πόλεμος ἐγένετο Κουρῆσι καὶ Καλυδωνίοις· καὶ ὁ Μελέαγρος εἰς τὸν πόλεμον οὐκ ἐξῄει, μεμφόμενος ὅτι αὐτῷ κατηράσατο ἡ μήτηρ διὰ τὸν τῶν ἀδελφῶν θάνατον. ἤδη δὲ τῶν Κουρήτων μελλόντων αἱρεῖν τὴν πόλιν ἔπεισε τὸν Μελέαγρον ἡ γυνὴ Κλεοπάτρα τοῖς Καλυδωνίοις ἀμῦναι, ὁ δὲ ἀναστὰς ἐπὶ τὸν στρατὸν τῶν Κουρήτων καὶ αὐτὸς ἀποθνῄσκει, τῆς μητρὸς ἐμπρησάσης τὸν παρὰ τῶν μοιρῶν αὐτῇ δοθέντα δαλόν· ἐπέκλωσαν γὰρ ἐπὶ τοσοῦτον αὐτὸν ἔσεσθαι χρόνον ἐφ' ὅσον ἄν ὁ δαλὸς διαμένοι. ἀπέθανον δὲ καὶ οἱ ἄλλοι παῖδες Οἰνέως μαχόμενοι, καὶ πένθος ἐπὶ Μελεάγρῳ μέγιστον ἐγένετο παρὰ Καλυδωνίοις. αἱ δὲ ἀδελφαὶ αὐτοῦ παρὰ τὸ σῆμα ἐθρήνουν ἀδιαλείπτως, ἄχρις αὐτὰς Ἄρτεμις ἁψάμενη ῥάβδῳ μετεμόρφωσεν εἰς ὄρνιθας καὶ ἀπῴκησεν εἰς Λέρον τὴν νῆσον, ὀνομάσασα Μελεαγρίδας. αἱ δὲ ἄχρι νῦν ἔτι καθ᾿ ὥραν ἔτους λέγονται πένθος ἐπὶ Μελεάγρῳ φέρειν. δύο δὲ τῶν Ἀλθαίας θυγατέρων, Γόργην καὶ Δηιάνειραν, φασὶν κατ᾿ εὐμένειαν Διονύσου μὴ μεταβαλεῖν, ὅτι τὴν χάριν αὐτῷ Ἄρτεμις διδοῖ.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου