36. Πανδάρεος.

Ἡνίκα Ῥέα φοβούμενη Κρόνον κατέκρυψεν ἐν τῷ κευθμῶνι τῆς Κρήτης τὸν Δία, τότε αὐτὸν ἐξέθρεψεν Αἷξ νύμφη μαστὸν ὀρέγουσα. τὴν Αἷγα δὲ Ῥέας βουλῇ κύων χρύσεος ἐφύλαττεν. ἐπεὶ δὲ Ζεὺς Τιτῆνας ἐξελάσας τὸν Κρόνον ἀφείλετο τῆς ἀρχῆς, ἐποίησε τὴν μὲν Αἷγα μεταβαλὼν ἀθάνατον· καὶ αὐτῆς ἔτι νῦν εἴδωλόν ἐστιν ἐν τοῖς ἄστροις· τὸν δὲ κύνα τὸν χρύσεον ἀπέδειξε φυλάττειν τὸ ἱερὸν ἐν Κρήτῃ. τοῦτον Πανδάρεος ὁ Μέροπος κλέψας ᾤχετο φέρων εἰς Σίπυλον, καὶ αὐτὸν παρεδέξατο φυλάττειν παρὰ τοῦ Πανδαρέου Τάνταλος ὁ Διὸς καὶ Πλουτοῦς. ἐπεὶ δὲ μετὰ χρόνον Πανδάρεος ἐλθὼν εἰς Σίπυλον ἀπῄτει τὸν κύνα, Τάνταλος ὤμοσε μὴ λαβεῖν, Ζεὺς δὲ Πανδάρεον μὲν ἀντὶ τῆς κλοπῆς ἐποίησεν ὅθιπερ εἱστήκει πέτρον, Τάνταλον δὲ, ἐπεὶ τὸν ὅρκον ἐψεύσατο, κατάβαλε καὶ περὶ αὐτὸν ὑπὲρ κεφαλῆς τὸν Σίπυλον.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου