31. Μεσσάπιοι.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων β΄.)

Λυκάνονος τοῦ αὐτόχθονος ἐγένοντο παῖδες Ἰάπυξ καὶ Δαύνιος καὶ Πευκέτιος. οὗτοι λαὸν ἀθροίσαντες ἀφίκοντο τῆς Ἰταλίας παρὰ τὸν Ἀδρίαν, ἐξελάσαντες δὲ τοὺς ἐνταυθοῖ οἰκοῦντας Αὔσονας αὐτοὶ καθιδρύθησαν. ἦν δὲ τὸ πλέον αὐτοῖς τῆς στρατιᾶς ἔποικον, Ἰλλυριοί, Μεσσάπιοι. ἔπειτα δὲ τὸν στρατὸν ἅμα καὶ τὴν γῆν ἐμέρισαν τριχῇ καὶ ὠνόμασαν ὡς ἑκάστοις ἡγεμόνος εἶχε Δαυνίους καὶ Πευκετίους καὶ Μεσσαπίους· τὸ μὲν ἀπὸ Τάραντος ἄχρι πρὸς τὴν ἐσχατιὰν τῆς Ἰταλίας ἐγένετο Μεσσαπίων, ἐν ᾗ πόλις ᾤκηται Βρεντέσιον, τὸ δὲ παρὰ τὴν ἐντὸς τοῦ Τάραντος ἐγένετο Πευκετίων, ἐνδοτέρῳ δὲ τούτου τῆς θαλάσσης ἐπέπλον Δαύνιοι, τὸ δὲ σύμπαν ἔθνος ὠνόμασαν Ἰαπύγων. καὶ ἐγένετο ταῦτα πολὺ πρὸ τῆς Ἡρακλέους στρατείας. ἦν δὲ τοῖς τότε βίος ἀπὸ θρεμμάτων καὶ νομῆς. μυθολογοῦσιν οὖν ἐν τῇ Μεσσαπίων γῇ παρὰ τὰς λεγομένας ἱερὰς πέτρας φανῆναι νύμφας Ἐπιμηλίδας χορευούσας, τοὺς δὲ παῖδας τῶν Μεσσαπίων καταλιπόντας τὰ ποίμνια καὶ θεωμένους εἰπεῖν ὅτι βέλτιον αὐτοὶ χορεύουσιν. οὗτος ὁ λόγος ἤλγυνε τὰς νύμφας καὶ τὸ νεῖκος ἐπιπλέον ἐγένετο περὶ τῆς χορείας. οἱ δὲ παῖδες ὅτι μὲν ἦν αὐτοῖς ἅμιλλα πρὸς δαίμονας ἠγνόουν, ἐχόρευον δ᾿ οἷα πρὸς ὁμηλίκας θνητάς, καὶ ὁ τρόπος αὐτοῖς τῆς ὀρχήσεως ἅτε ποιμένων ἄμουσος ἦν, ταῖς δὲ νύμφαις πᾶν ὅσον [ἤ πλεῖστον] ἐπέδωκεν εἰς κάλλος. καὶ ἐπεκράτησαν χορεύουσαι τῶν παίδων καὶ ἔλεγον πρὸς αὐτοὺς τάδε· «ὦ κοῦροι, τὸ νεῖκος ᾔρασθε πρὸς Ἐπιμηλίδας νύμφας, οὐκοῦν, ὦ ἄφρονες, νικώμενοι δώσετε δίκην.» καὶ οἱ παῖδες ἵναπερ ἑστήκεσαν παρὰ ἱερὸν τῶν νυμφῶν ἐγένοντο δένδρη, καὶ ἔτι νῦν ἀκούεται φωνὴ νυκτὸς ἐκ τῆς ὕλης οἷα θρηνούντων, ὁ δὲ τόπος ὀνομάζεται νυμφῶν τε καὶ παίδων.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου