21. Πολυφόντη.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας β΄.)

Τερείνης τῆς Στρυμόνος καὶ Ἄρεως ἐγένετο θυγάτηρ Θρᾷσσα. ταύτην δ᾿ ἔγημεν Ἱππόνους ὁ Τριβαλλοῦ παῖς, καὶ αὐτοῖς ἐγένετο θυγάτηρ ὄνομα Πολυφόντη. αὕτη τὰ μὲν ἔργα τῆς Ἀφροδίτης ἐξύβρισεν, ἐλθοῦσα δ᾿ εἰς τὸ ὄρος Ἀρτέμιδος ἐγένετο συμπαίκτρια καὶ συνήθης.  Ἀφροδίτη δὲ, ὅτι αὐτῆς ἠτίμασε τὰ ἔργα, ἔρωτα ἐνέβαλεν ἄρκτου καὶ ἐξέμηνεν αὐτήν, ἡ δὲ κατὰ δαίμονα οἰστρήσασα ἐμίγνυτο τῶ ἄρκτῳ. καὶ αὐτὴν ἡ Ἀρτεμις ἰδοῦσα ἐκτόπως ἐμίσησεν καὶ πάντα εἰς αὐτὴν ἔτρεψε τὰ θηρία. Πολυφόντη δὲ δείσασα μὴ θῆρες αὐτὴν διεργάσωνται, φεύγουσα ἐξίκετο εἰς τὰ οἰκία τοῦ πατρός καὶ ἔτεκε δύο παῖδας, Ἄγριον καὶ Ὄρειον, μεγίστους καὶ δύναμιν ἔχοντας ἄπλετον. οὗτοι ἐτίμων οὔτε θεὸν οὔτε ἄνθρωπον, ἀλλ᾿ ἐξύβριζον εἰς πάντας, καὶ εἰ τῷ ξένων ἐντύχοιεν, ἀπάγοντες εἰς τὰ οἰκεῖα κατήσθιον. Ζεὺς δὲ μισήσας αὐτοὺς ἀπέστειλεν Ἑρμῆν, ὅπως ἥν ἐθέλει δίκην αὐτοῖς ἐπιβάλῃ. καὶ ὁ μὲν Ἑρμῆς ἐβούλευσεν ἀποκόψαι τοὺς πόδας αὐτῶν καὶ τὰς χεῖρας, Ἄρης δ᾿, ἐπεὶ τὸ γένος εἰς αὐτὸν ἀνέφερε Πολυφόντη, τούτου μὲν ἐξείλετο τοῦ μόρου τοὺς παῖδας, ἤλλαξε δὲ μετὰ Ἑρμοῦ τὴν φύσιν αὐτῶν εἰς ὄρνιθας. καὶ ἐγένετο Πολυφόντη μὲν στρὶγξ φθεγγομένη νυκτὸς ἄτερ σίτου καὶ ποτοῦ, τὴν κεφαλὴν ἴσχουσα κάτω, τοὺς δὲ πόδας ἄκρους ἄνω, πολέμου καὶ στάσεως ἀνθρώποις ἄγγελος, Ὄρειος δ᾿ ἐγένετο λαγώς, ὄρνις ἐπ᾿ οὐδενὶ φαινόμενος ἀγαθῷ, Ἄγριος δὲ μετέβαλεν εἰς γῦπα, πάντων ὀρνίθων ἔχθιστος θεοῖς τε καὶ ἀνθρώποις· καὶ διὰ παντὸς ἵμερον αὐτῷ κρέως καὶ αἵματος ἐνέβαλον ἀνθρωπείου. τὴν δὲ θεράπαιναν αὐτῶν ἐποίησαν ἴπνην, ἡ δὲ μεταβάλλουσα τὴν φύσιν ηὔξατο θεοῖς μὴ κακὸς ὄρνις ἀνθρώποις γενέσθαι, καὶ αὐτῆς ὑπήκουσαν Ἑρμῆς καὶ Ἄρης, ἐπεὶ κατ᾿ ἀνάγκας ἔδρασεν ἅ προσέτασσον οἱ δεσπόται· καί ἐστιν ἀγαθὸς οὗτος ὁ ὄρνις ἐπὶ θήραν ἰόντι καὶ δαῖτα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου