16. Οἰνόη.

(Ἱστορεῖ Βοῖος Ὀρνιθογονίας β΄.)

Παρὰ τοῖς λεγομένοις ἀνδράσι Πυγμαίοις ἐγένετο παῖς ὄνομα Οἰνόη, τὸ μὲν εἶδος οὐ μεμπτή, ἄχαρις δὲ τὸ ἦθος καὶ ὑπερήφανος. ταύτῃ φροντὶς οὐδεμία ἐγίνετο τῆς Ἀρτέμιδος οὐδὲ Ἥρας. γαμηθεῖσα δὲ Νικοδάμαντι τῶν πολιτῶν ἑνὶ μετρίῳ καὶ ἐπιεικεῖ ἔτεκε παῖδα Μόψον, καὶ αὐτῇ Πυγμαῖοι πάντες κατὰ φιλοφροσύνην πλεῖστα δῶρα πρὸς τὴν γένεσιν τοῦ παιδὸς ἀπήνεγκαν. Ἥρα δὲ μεφθεῖσα τὴν Οἰνόην, ὅτι αὐτὴν οὐκ ἐτίμα, γέρανον αὐτὴν ἐποίησε καὶ τὸν αὐχένα μακρὸν εἵλκυσε καὶ ἀπέδειξεν ὑψιπετῆ ὄρνιθα, καὶ πόλεμον ἐνέβαλεν αὐτῇ τε καὶ τοῖς Πυγμαίοις. Οἰνόη δὲ διὰ τὸν πόθον τοῦ παιδὸς Μόψου περιεπέτετο τὰ οἰκία καὶ οὐκ ἐξελίμπανε, Πυγμαῖοι δὲ καθοπλισάμενοι πάντες ἐδίωκον αὐτήν. καὶ ἐκ τούτου ἔτι καὶ νῦν Πυγμαίοις καὶ γεράνοις πόλεμος ἐνέστηκε.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου