34. Σμύρνα.

Θείαντος τοῦ Βήλου καὶ Ὠρειθυίας μιᾶς τῶν νυμφῶν ἐγένετο θυγάτηρ ἐν τῷ ὄρει τῷ Λιβάνῳ Σμύρνα. ταύτην διὰ κάλλος πλεῖστοι καὶ ἐκ πόλεων πλείστων ἐμνήστευον, ἡ δὲ πολλὰ ἐμηχανᾶτο πρὸς ἀπάτην τῶν γονέων καὶ ἀνάθεσιν τοῦ χρόνου· δεινὸς γὰρ αὐτὴν ἔρως ἐξέμηνεν ἐπὶ τῷ πατρί. καὶ κατὰ μὲν ἀρχὰς δι᾿ αἰδῶ κατέκρυπτε τὴν νόσον, ἐπεὶ δὲ τὸ πάθος αὐτὴν προῆγεν, ἐξεῖπε τὸν λόγον πρὸς Ἱππολύτην τὴν τροφόν· ἡ δὲ παραδώσειν αὐτῇ ἄκος τοῦ παραλόγου πάθους ὑποσχομένη λόγον πρὸς τὸν Θείαντα προσέφερεν, ὅτι αὐτῷ κόρη μακαρίων ἀνθρώπων ποθεῖ παραγενέσθαι κρυφαῖος εἰς τὴν κοίτην. ὁ δὲ Θείας (οὐ γὰρ ἐγίνωσκεν οἷα ἐπ᾿ αὐτῷ ἐμηχανᾶτο) κατῄνεσε τὸν λόγον· καὶ ὁ μὲν ἐν τῷ οἴκῳ σκοταῖος ἐπὶ τῆς στρωμνῆς ἐξεδέχετο τὴν κόρην, ἡ δὲ τροφὸς κατακρύψασα τῇ ἐσθῇτι τὴν Σμύρναν παρήγαγεν. καὶ πλείονα χρόνον ἐλελήθει πρασσόμενον ἄχαρι καὶ ἄθεσμον ἔργον. καὶ ὡς ἐκύησε μὲν ἡ Σμύρνα, Θείαντα δὲ πόθος ἔλαβεν ἐκμαθεῖν ἥτις ἤν ἡ κύουσα, [καὶ] ὁ μὲν κατέκρυψε πῦρ εἰς τὸν οἶκον, Σμύρνα δ᾿ ὡς ἐξίκετο πρὸς αὐτόν, ἐπάϊστος ἐγένετο προενεχθέντος ἐξαπίνης τοῦ πυρός, καὶ τὸ βρέφος μὲν ἐξέβαλεν ἐκ τῆς γαστρός, αὐτὴ δ᾿ ἀνασχοῦσα τὰς χεῖρας ηὔξατο μήτε παρὰ ζῶσι μήτ᾿ ἐν νεκροῖς φανῆναι. καὶ αὐτὴν ὁ Ζεὺς μεταβαλὼν ἐποίησε δένδρον καὶ ἐκάλεσεν ὁμώνυμον αὐτῇ Σμύρναν· τοῦτο λέγεται κατ᾿ ἔτος ἕκαστον δακρύειν τὸν ἀπὸ τοῦ ξύλου καρπόν. καὶ Θείας μὲν ὁ πατὴρ τῆς Σμύρνης διὰ ἔργον ἀθέμιστον ἑαυτὸν ἀνεῖλε, τὸ δὲ βρέφος Διὸς βουλῇ τρεφόμενον ὠνόμασαν Ἄδωνιν καὶ αὐτὸν Ἀφροδίτη πλεῖστον ἠγάπησε διὰ τὸ κάλλος.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου