22. Τέραμβος.

(Ἱστορεῖ Νίκανδρος ἐν α΄ Ἑτεροιουμένων.)

Τέραμβος Εὐσείρου τοῦ Ποσειδῶνος καὶ Εἰδοθέας νύμφης Ὀθρηίδος ᾤκει ἐν τῇ γῇ τῇ Μηλιέων παρὰ τὴν ὑπώρειαν τῆς Ὄθρυος. ἐγένετο δὲ αὐτῷ θρέμματα πλεῖστα καὶ αὐτὰ ἐποίμαινεν αὐτός. νύμφαι δὲ συνελάμβανον αὐτῷ, διότι αὐτὰς ἐν τοῖς ὄρεσιν ᾄδων ἔτερπεν· λέγεται γὰρ μουσικώτατος τῶν τότε γενέσθαι καὶ ἐπὶ βουκολικοῖς ᾄσμασι διαβοηθῆναι καὶ σύριγγα ποιμενικὴν ἐν τοῖς ὄρεσι συνθεῖναι, καὶ λύρᾳ πρῶτος ἀνθρώπων κεχρῆσθαι, πλεῖστά τε καὶ κάλλιστα μέλη ποιῆσαι. τούτων οὖν χάριν λέγουσιν ὀφθῆναι αὐτῷ ποτε νύμφας καὶ χορεῦσαι πρὸς τὰ κρούματα τοῦ Τεράμβου, Πᾶνα δὲ τοῦτο κατ᾿ εὐμένειαν αὐτῷ παραγγεῖλαι καταλιπόντι τὴν Ὄθρυν ἐν τῷ πεδίῳ τὰ πρόβατα ποιμαίνειν· ἐξαίσιον γάρ τι καὶ ἄπιστον χρῆμα χειμῶνος ἐπεῖναι μέλλειν.  ὁ δὲ Τέραμβος ὑπὸ μεγαλαυχίας ἐκ νεότητος οἷα θεοβλαβὴς ἀπελαύνειν μὲν ἐκ τῆς Ὄθρυος εἰς τὸ πεδίον οὐκ ἐγίνωσκεν, ἀπέρριψε δὲ λόγον ἄχαρίν τε καὶ ἀνόητον εἰς τὰς νύμφας, ὅτι γένος μέν εἰσιν οὐκ ἀπὸ Διός, ἀλλ᾿ ἔτεκεν αὐτὰς ἡ δεῖνα του Σπερχειοῦ, Ποσειδῶν δὲ πόθῳ μιᾶς αὐτῶν Διοπάτρης τὰς ἀδελφὰς ἐρρίζωσε καὶ ἐποίησεν αἰγείρους, ἄχρι αὐτὸς κορεσθεὶς τῆς εὐνῆς ἀνέλυσε καὶ πάλιν αὐταῖς ἀπέδωκε τὴν ἐξ ἀρχῆς φύσιν. τοιαῦτα μὲν ὁ Τέραμβος ἐκερτόμησεν εἰς τὰς νύμφας. μετὰ δὲ χρόνον ὀλίγον ἐξαίφνης ἐγένετο κρυμὸς καὶ ἐπάγησαν αἱ χαράδραι καὶ πολλὴ κατέπεσε χιών καὶ τὰ ποίμνια τοῦ Τεράμβου σὺν αὐταῖς ἀτραποῖς καὶ δέδρεσιν ἠφανίσθη. νύμφαι δὲ μετέβαλον κατ᾿ ὀργὴν τὸν Τέραμβον, ὅτι αὐταῖς ἐλοιδόρησε, καὶ ἐγένετο ὑλοφάγος κεράμβυξ· φαίνεται δὲ ἐπὶ τῶν ξύλων καί ἐστιν ἀγκύλος ἐκ τῶν ὀδόντων καὶ συνεχῶς τὰ γένεια κινεῖ, μέλας, παραμήκης, πτέρυγας στερεὰς ἔχων, ἐοικὼς τοῖς μεγάλοις κανθάροις. οὗτος ξυλοφάγος βοῦς καλεῖται, παρὰ δὲ Θετταλοῖς κεράμβυξ. τοῦτον οἱ παῖδες παίγνιον ἔχουσι καὶ τὴν κεφαλὴν ἀποτέμνοντες φέρουσιν, ἡ δὲ ἔοικε σὺν τοῖς κέρασι λύρᾳ τῇ ἐκ τῆς χελώνης.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου