32. Δρυόπη.

(Ἱστορεῖ Νίκανδρος Ἑτεροιουμένων α΄.)

Δρύοψ ἐγένετο Σπερχειοῦ παῖς τοῦ ποταμοῦ καὶ Πολυδώρης μιᾶς τῶν Δαναοῦ θυγατέρων. οὗτος ἐβασίλευσεν ἐν τῇ Οἴτῃ καὶ θυγάτηρ αὐτῷ μονογενὴς ἐγένετο Δρυόπη καὶ ἐποίμαινεν αὐτὴ τὰ πρόβατα τοῦ πατρός· ἐπεὶ δὲ αὐτὴν ἠγάπησαν ὑπερφυῶς Ἁμαδρυάδες νύμφαι καὶ ἐποιήσαντο συμπαίκτριαν ἑαυτῶν, ἐδίδαξαν ὑμνεῖν θεοὺς καὶ χορεύειν. ταύτην ἰδὼν Ἀπόλλων χορεύουσαν ἐπεθύμησε μιχθῆναι. καὶ ἐγένετο πρῶτα μὲν κλεμμύς, ἐπεὶ δ᾿ ἡ Δρυόπη γέλωτα μετὰ τῶν νυμφῶν καὶ παίγνιον ἐποιήσατο τὴν κλεμμὺν καὶ αὐτὴν ἐνέθετο εἰς τοὺς κόλπους, μεταβαλὼν ἀντὶ τῆς κλεμμύος ἐγένετο δράκων. καὶ αὐτὴν κατέλειπον αἱ νύμφαι πτοηθεῖσαι· Ἀπόλλων δὲ Δρυόπῃ μίγνυται, ἡ δὲ ᾤχετο φεύγουσα περίφοβος εἰς τὰ οἰκία τοῦ πατρὸς καὶ οὐδὲν ἔφρασε πρὸς τοὺς γονεῖς. ἐπεὶ δ᾿ ἔγημεν αὐτὴν ὕστερον Ἀνδραίμων ὁ Ὀξύλου, γεννᾷ παῖδα ἐξ Ἀπόλλωνος Ἄμφισσον. οὗτος ἐπεὶ τάχιστα ἠνδρώθη, ἀνὴρ ἐγένετο πάντων κρατῶν, καὶ ἔκτισε παρὰ τὴν Οἴτην πόλιν ὁμώνυμον τῷ ὄρει καὶ τῶν ἐκεῖ τόπων ἐβασίλευεν. ἱδρύσατο δὲ καὶ Ἀπόλλωνος ἱερὸν ἐν τῇ Δρυοπίδι. καὶ εἰς τοῦτο παροῦσαν τὸ ἱερὸν Δρυόπην ἥρπασαν Ἁμαδρυάδες νύμφαι κατ᾿ εὐμένειαν, καὶ αὐτὴν μὲν ἀπέκρυψαν εἰς τὴν ὕλην, ἀντὶ δ' ἐκείνης αἴγειρον ἀνέφηναν ἐκ τῆς γῆς καὶ παρὰ τὴν αἴγειρον ὕδωρ ἀνέρρηξαν, Δρυόπη δὲ μετέβαλε καὶ ἀντὶ θνητῆς ἐγέντο νύμφη.  Ἄμφισσος δὲ ἀντὶ τῆς πρὸς τὴν μητέρα χάριτος ἱερὸν ἱδρύσατο νυμφῶν καὶ πρῶτος αγῶνα ἐπετέλεσε δρόμου, καὶ ἔτι νῦν οἱ ἐπιχώριοι τὸν ἀγῶνα διαφυλάσσουσι τοῦτον· γυναικὶ δ᾿ οὐχ ὅσιον παρατυχεῖν, ὅτι Δρυόπην ἀφανισθεῖσαν ὑπό νυμφῶν δύο παρθένοι τοῖς ἐπιχωρίοις ἐδήλωσαν, πρὸς ἅς ἐχαλέπηναν αἱ νύμφαι καὶ αὐτὰς ἀντὶ παρθένων ἐλάτας ἐποίησαν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου